Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδένʼ οὕτω μηδέποτε σπουδάσαντες,

ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ

p.152
φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.

οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον, ὡς δʼ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δʼ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδʼ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονείκῳ μέρει τῆς ψυχῆς, ὡς ἔχοντι μέγεθος καὶ φρόνημα, κεχρημένος, τὸ δʼ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας,

οὐδὲ τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπʼ ἐνίων ἀνεξικακίας ἐραστήν. ἀλλʼ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν ἁπάντων πάντως ἀνδρείας ἔργον ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον.

οἱ δʼ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπʼ ἀγαθῷ τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ

p.154
συναλγεῖν. ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις, καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους γαυρῶσαι τοὺς κατορθοῦντας.