Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ἐξαίρετον δὲ μίαν αἰτοῦμαι χάριν, ἔφη, καὶ δέομαι λαβεῖν. ἦν μοι ξένος ἐν Οὐολούσκοις καὶ φίλος, ἀνὴρ ἐπιεικὴς καὶ μέτριος· οὗτος ἑάλωκε νῦν καὶ γέγονεν ἐκ πλουσίου καὶ μακαρίου δοῦλος, πολλῶν οὖν αὐτῷ κακῶν παρόντων ἓν ἀφελεῖν ἀρκεῖ, τὴν πρᾶσιν.
ἐπὶ τούτοις λεχθεῖσι βοή τε μείζων ἀπήντησε τῷ Μαρκίῳ, καὶ πλείονες οἱ θαυμάζοντες ἐγένοντο τὸ μὴ κρατούμενον ὑπὸ χρημάτων τἀνδρὸς ἢ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν.
καὶ γὰρ οἷς φθόνου τι καὶ ζήλου πρὸς αὐτὸν ὑπέκειτο τιμώμενον ἐκπρεπῶς, κἀκείνοις τότε τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε, καὶ μᾶλλον αὐτοῦ τὴν ἀρετὴν ἠγάπησαν, ἀφʼ ἧς κατεφρόνει τηλικούτων, ἢ διʼ ὧν ἠξιοῦτο. τὸ μὲν γὰρ εὖ χρῆσθαι χρήμασι κάλλιόν ἐστιν ἢ ὅπλοις, τοῦ δὲ χρῆσθαι τὸ μὴ δεῖσθαι χρημάτων σεμνότερον.
ἐπεὶ δὲ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος, ἀλλʼ ἐκείνας μέν, εἶπεν, ὦ συστρατιῶται, τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμενον τὸν ἄνδρα μηδὲ βουλόμενον λαβεῖν ἣν δὲ οὐκ ἐστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ καὶ ψηφισώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ πρᾶξις αὐτὴ τοῦτο δέδωκεν. ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν.
ωι καὶ μάλιστα δῆλόν ἐστιν ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάϊος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος, τῷ δὲ τρίτῳ ὕστερον ἐχρήσαντο πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθάπερ Ἕλληνες ἐτίθεντο πράξεώς μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυχίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων.