Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦτον ὅσον ἐξημερῶσαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν. ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπʼ αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τοῦτο τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.
ὁ δὲ Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ ἐν διαπάλαις πολέμου δυσεκβίαστον. οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο, τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην ἄτρεπτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.
ἐστρατεύσατο δὲ πρώτην στρατείαν ἔτι μειράκιον, ὅτε Ταρκυνίῳ τῷ βασιλεύσαντι τῆς Ῥώμης, εἶτα ἐκπεσόντι, μετὰ πολλὰς μάχας καὶ ἥττας ὥσπερ ἔσχατον κύβον ἀφιέντι πλεῖστοι μὲν Λατίνων, πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἰταλιωτῶν συνελάμβανον καὶ συγκατῆγον ἐπὶ τὴν Ῥώμην, οὐκ ἐκείνῳ χαριζόμενοι μᾶλλον ἢ φόβῳ τὰ Ῥωμαίων αὐξόμενα καὶ φθόνῳ καταβάλλοντες.
ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπʼ ἀμφότερα λαμβανούσῃ Μάρκιος ἀγωνιζόμενος εὐρώστως ἐν ὄψει τοῦ δικτάτορος, ἄνδρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών οὐκ ἠμέλησεν, ἀλλʼ ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων ἀμυνόμενος ἀπέκτεινεν. ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ.