Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δʼ ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ πλεῖστον ὕδωρ καὶ κάλλιστον ἐν Ῥώμῃ καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν

paris.1624.214
ὁ Ῥωμαίων δῆμος, εἶτα ὑπʼ αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν δὶς ἐξεῖναι μετελθεῖν.

Γάϊος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν. ὁ δʼ αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγαθὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ θεραπείας μὴ τυχοῦσαν.

τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν ὁρμάς τε μεγάλας καὶ τελεσιουργοὺς τῶν καλῶν ἐξέφερε,

p.120
θυμοῖς τε αὖ πάλιν χρώμενον ἀκράτοις καὶ φιλονεικίαις ἀτρέπτοις οὐ ῥᾴδιον οὐδʼ εὐάρμοστον ἀνθρώποις συνεῖναι παρεῖχεν, ἀλλὰ τὴν ἐν ἡδοναῖς καὶ πόνοις καὶ ὑπὸ χρημάτων ἀπάθειαν αὐτοῦ θαυμάζοντες καὶ ὀνομάζοντες ἐγκράτειαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν, ἐν ταῖς πολιτικαῖς αὖ πάλιν ὁμιλίαις ὡς ἐπαχθῆ καὶ ἄχαριν καὶ ὀλιγαρχικὴν ἐδυσχέραινον.

οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦτον ὅσον ἐξημερῶσαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν. ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπʼ αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τοῦτο τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.