Alcibiades
Plutarch
Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ἀπογνοὺς οὖν ὁ Ἀλκιβιάδης τὰ τῶν Σπαρτιατῶν ὡς ἄπιστα, καὶ φοβούμενος τὸν Ἆγιν, ἐκάκου καὶ διέβαλλε πρὸς τὸν Τισαφέρνην, οὐκ ἐῶν βοηθεῖν αὐτοῖς προθύμως οὐδὲ καταλύειν τοὺς Ἀθηναίους, ἀλλὰ γλίσχρως χορηγοῦντα θλίβειν καὶ ἀποκναίειν ἀτρέμα καὶ ποιεῖν ἀμφοτέρους βασιλεῖ χειροήθεις καὶ καταπόνους ὑπʼ ἀλλήλων.
ὁ δʼ ἐπείθετο ῥᾳδίως καὶ δῆλος ἦν ἀγαπῶν καὶ θαυμάζων, ὥστʼ ἀποβλέπεσθαι τὸν Ἀλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων, τοὺς δʼ Ἀθηναίους μεταμέλεσθαι τοῖς γνωσθεῖσι περὶ αὐτοῦ κακῶς πάσχοντας, ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι μὴ παντάπασι τῆς πόλεως ἀναιρεθείσης ὑπὸ Λακεδαιμονίοις γένηται μισούμενος.
ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθηναίοις σχεδὸν ὑπῆρχε· κἀκεῖθεν ὁρμώμενοι τῇ ναυτικῇ δυνάμει τὰ μὲν ἀνεκτῶντο τῶν ἀφεστώτων, τὰ δʼ ἐφύλαττον ἁμῶς γέ πως ἔτι τοῖς πολεμίοις κατὰ θάλατταν ὄντες ἀξιόμαχοι, Τισαφέρνην δὲ φοβούμενοι καὶ τὰς λεγομένας ὅσον οὔπω παρεῖναι Φοινίσσας τριήρεις πεντήκοντα καὶ ἑκατὸν οὔσας, ὧν ἀφικομένων οὐδεμία σωτηρίας ἐλπὶς ὑπελείπετο τῇ πόλει.
ταῦτα δʼ εἰδὼς Ἀλκιβιάδης ἔπεμπε κρύφα πρὸς τοὺς ἐν Σάμῳ δυνατοὺς τῶν Ἀθηναίων, ἐλπίδας ἐνδιδοὺς παρέξειν τὸν Τισαφέρνην φίλον, οὐ τοῖς πολλοῖς χαριζόμενος οὐδὲ πιστεύων ἐκείνοις, ἀλλὰ τοῖς ἀρίστοις, εἰ τολμήσειαν ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ παύσαντες ὑβρίζοντα τὸν δῆμον αὐτοὶ διʼ ἑαυτῶν σώζειν τὰ πράγματα καὶ τὴν πόλιν.
οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ· τῶν δὲ στρατηγῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας, ὅπερ ἦν, τὸν Ἀλκιβιάδην οὐδέν τι μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν, ἐκ διαβολῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς δυνατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην.