Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

πρὸς ταῦτʼ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν· ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.

οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλʼ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθʼ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους μὴ δεδοικότι τοὺς συκοφάντας.

ἐπεὶ δʼ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον.

προσβαλὼν δʼ Ἰταλία καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος.

πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων·

ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπʼ αἰτίαις τηλικαύταις.