Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δʼ ὁ Φάβιος προσελθὼν ἀπολογεῖσθαι μὲν οὐδʼ ἐμέλλησε πρὸς τὸν δήμαρχον, ἔφη δὲ τάχιστα τὰς θυσίας καὶ τὰς ἱερουργίας γενέσθαι, ὥστʼ ἐπὶ τὸ στράτευμα βαδιεῖσθαι τῷ Μινουκίῳ δίκην ἐπιθήσων, ὅτι κωλύσαντος αὐτοῦ τοῖς πολεμίοις συνέβαλε, θόρυβος διῇξε τοῦ δήμου πολὺς, ὡς κινδυνεύσοντος τοῦ Μινουκίου. καὶ γὰρ εἷρξαι τῷ δικτάτορι καὶ θανατῶσαι πρὸ δίκης ἔξεστι καὶ τοῦ Φαβίου τὸν θυμὸν ἐκ πολλῆς πρᾳότητος κεκινημένον ᾤοντο βαρὺν εἶναι καὶ

p.146
δυσπαραίτητον.

ὅθεν οἱ μὲν ἄλλοι καταδείσαντες ἡσυχίαν ἦγον· ὁ δὲ Μετίλιος ἔχων τὴν ἀπὸ τῆς δημαρχίας ἄδειαν μόνη γὰρ αὕτη δικτάτορος αἱρεθέντος ἡ ἀρχὴ τὸ κράτος οὐκ ἀπόλλυσιν, ἀλλὰ μένει τῶν ἄλλων καταλυθεισῶν, ἐνέκειτο τῷ δήμῳ πολύς, μὴ προέσθαι δεόμενος τὸν Μινούκιον μηδʼ ἐᾶσαι παθεῖν ἃ Μάλλιος Τουρκουᾶτος ἔδρασε τὸν υἱόν, ἀριστεύσαντος καὶ στεφανωθέντος ἀποκόψας πελέκει τὸν τράχηλον, ἀφελέσθαι δὲ τοῦ Φαβίου τὴν τυραννίδα καὶ τῷ δυναμένῳ καὶ βουλομένῳ σῴζειν ἐπιτρέψαι τὰ πράγματα.

τοιούτοις λόγοις κινηθέντες οἱ ἄνθρωποι τὸν μὲν Φάβιον οὐκ ἐτόλμησαν ἀναγκάσαι καταθέσθαι τὴν μοναρχίαν, καίπερ ἀδοξοῦντα, τὸν δὲ Μινούκιον ἐψηφίσαντο τῆς στρατηγίας ὁμότιμον ὄντα διέπειν τὸν πόλεμον ἀπὸ τῆς αὐτῆς ἐξουσίας τῷ δικτάτορι, πρᾶγμα μὴ πρότερον ἐν Ῥώμῃ γεγονός, ὀλίγῳ δʼ ὕστερον αὖθις γενόμενον μετὰ τὴν ἐν Κάνναις ἀτυχίαν.

καὶ γὰρ τότʼ ἐπὶ τῶν στρατοπέδων Μᾶρκος ἦν Ἰούνιος δικτάτωρ, καὶ κατὰ πόλιν τὸ βουλευτικὸν ἀναπληρῶσαι δεῆσαν, ἅτε δὴ πολλῶν ἐν τῇ. μάχῃ συγκλητικῶν ἀπολωλότων, ἕτερον εἵλοντο δικτάτορα Φάβιον Βουτεῶνα. πλὴν οὗτος μὲν, ἐπεὶ προῆλθε καὶ κατέλεξε τοὺς ἄνδρας καὶ συνεπλήρωσε τὴν βουλήν, αὐθημερὸν ἀφεὶς τοὺς ῥαβδούχους καὶ διαφυγὼν τοὺς προάγοντας, εἰς τὸν ὄχλον ἐμβαλὼν καὶ καταμίξας ἑαυτὸν ἤδη τι τῶν ἑαυτοῦ διοικῶν καὶ πραγματευόμενος ὥσπερ ἰδιώτης ἐπὶ τῆς ἀγορᾶς ἀνεστρέφετο.

p.148