Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡμολογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλισκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον

p.142
πεντήκοντα καὶ διακοσίας. ὡς οὖν γενομένης τῆς κατʼ ἄνδρα διαμείψεως εὑρέθησαν ὑπόλοιποι Ῥωμαίων παρʼ Ἀννίβᾳ τεσσαράκοντα καὶ διακόσιοι, τούτων ἡ σύγκλητος ἔγνω τὰ λύτρα μὴ πέμπειν, καὶ προσῃτιᾶτο τὸν Φάβιον ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους ἀνακομιζόμενον.

ταῦτʼ ἀκούσας ὁ Φάβιος τὴν μὲν ὀργὴν ἔφερε πρᾴως τῶν πολιτῶν, χρήματα δʼ οὐκ ἔχων, διαψεύσασθαι δὲ τὸν Ἀννίβαν καὶ προέσθαι τοὺς πολίτας οὐχ ὑπομένων, ἔπεμψε τὸν υἱὸν εἰς Ῥώμην κελεύσας ἀποδόσθαι τοὺς ἀγροὺς καὶ τὸ ἀργύριον εὐθὺς ὡς αὐτὸν ἐπὶ τὸ στρατόπεδον κομίζειν. ἀποδομένου δὲ τοῦ νεανίσκου τὰ χωρία καὶ ταχέως ἐπανελθόντος ἀπέπεμψε τὰ λύτρα τῷ Ἀννίβᾳ καὶ τοὺς αἰχμαλώτους ἀπέλαβε· καὶ πολλῶν ἀποδιδόντων ὕστερον παρʼ οὐδενὸς ἔλαβεν, ἀλλʼ ἀφῆκε πᾶσι.

μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὑτόν εἰς Ῥώμην ἐπί τινας θυσίας παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι

paris.1624.179
μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καί παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος· ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις.

καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπί σιτολογίαν ἀφεικότα, καί προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καί διέφθειρεν οὐκ ὀλίγους καί φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις ὑπʼ αὐτοῦ. καί συλλεγομένης

p.144
αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ, τῆς δυνάμεως ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς.

ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην. καί Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον τοῦ Μινουκίου φοβεῖσθαι τήν εὐτυχίαν ἢ τήν ἀτυχίαν,[*](ἢ τὴν ἀτυχίαν supplied by Sintenis, followed by Bekker. Cf. Morals, p. 195 d. Secunda se magis quam adversa timere, Livy, xxii. 25.) ὁ δὲ δῆμος ἦρτο καί μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καί Μετίλιος ὁ δήμαρχος ἐπί τοῦ βήματος καταστὰς ἐδημηγόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδʼ ἀνανδρίαν, ἀλλʼ ἤδη προδοσίαν,