Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

μετὰ ταῦτα γίνεται διαμαρτία τὸν Ἀννίβου. βουλόμενος γὰρ ἀποσπάσαι τὸν Φαβίου πορρωτέρω τὸ στράτευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέλευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ Κασινάτον. οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακούσαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης ποταμὸς, ὃν Οὐουλτοῦρνον οἱ Ῥωμαῖοι καλοῦσιν.

ἔστι δʼ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν

p.136
αὐλὼν δʼ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου, καὶ θῖνας ἄμμου βαθείας ἔχει, καὶ τελευτᾷ πρὸς αἰγιαλὸν κυματώδη καὶ δύσορμον. ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δʼ ἄλλον στρατὸν ὑπὲρ τῶν ἄλλων ἄκρων ἐν καλῷ καθίσας διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων, καὶ συνετάραξεν ἅπαν τὸ στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους.

ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε. δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων, καὶ περιεστάναι σφᾶς πανταχθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους, ἦν δὲ τοιόνδε.

βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας ἢ λύγων ἢ φρυγάνων αὔων φάκελον· εἶτα νυκτὸς, ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς τῶν πολεμίων, ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως.

αἱ δὲ βόες, ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ

p.138
περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθʼ ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος.

ἐπεὶ δὲ πυρούμενον τὸ κέρας

paris.1624.178
ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπʼ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλʼ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, διʼ ἧς ἔφευγον, ἀνάπτουσαι.

δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπʼ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά. καὶ[*](καὶ bracketed by Coraës and Bekker.) κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δʼ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.