Fabius Maximus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
τῶν μέν οὖν πολλῶν ὁ Φάβιος τὴν γνώμην ἀπαρτήσας εἰς τὸ θεῖον ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας διʼ ἀρετῆς καὶ φρονήσεως παραδιδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλίσκειν βεβουλευμένος.
ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν
μόνος δʼ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα, καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώκει, συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαις μάτων τ ρεπόμενος, καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν βουλόμενος.
τῷ δʼ ἡ μέν γνώμη[*](Τῷ δʼ ἡ μὲν γνώμη with Bekker: Τῷ δὲ ἡ γνώμη.) πίστιν ἔχουσα τοῦ συμφέροντος ἐν ἑαυτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος· ἠνώχλει δʼ αὐτὸν ὁ ἵππαρχος Μινούκιος φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπʼ αὐτοῦ πεπληρωμένον οἳ τὸν μέν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ
ὁ δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλεγομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὡς τῆς γῆς ἀπεγνωκώς, ἢ νέφη καὶ ὁμίχλας προβαλλόμενος ἀποδιδράσκει τοὺς πολεμίους.