Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδʼ, ὥσπερ ὁ παλαιὸς Κάμιλλος, ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς ἐπὶ τὸν ἵππον ἀλλόμενος ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλʼ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυμένην[*](Θρασυμένην an early anonymous correction, adopted by Coraës and Bekker: Θρασυνίαν.) λίμνην τῆς Τυρρηνίας παρετάξατο.

τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφʼ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι περιρράγησαν.[*](περιερράγησαν Bekker’s παρερράγησαν is now found in S.) ἀλλὰ, καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους[*](τοῦ πάθους Coraës and Bekker after Reiske: πάθους.) οὐδεὶς τὸ παράπαν ᾔσθετο τῶν μαχομένων,

αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἐπιδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι· τῶν δʼ ἄλλων τραπέντων πολὺς ἦν φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατεκόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι, τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι διʼ ἀρετὴν ὁ Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλʼ ἠγνοεῖτο τὸ παράπαν ὅπως ἠφανίσθη.

τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν

p.126
οὔθʼ ὁ γράψας στρατηγὸς οὔθʼ ὁ πεμφθεὶς ἄγγελος ἀπʼ εὐθείας ἔφρασεν, ἀλλʼ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι· περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλʼ ἄντικρυς ἔφη προσελθών Νενικήμεθα, ὦ ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύεσθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.

οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδʼ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο. πάντες δʼ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός·

εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.