Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ Ῥωμαῖοι τά τʼ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς, καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν . ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν

paris.1624.188
πόλεμον ὁ πατὴρ, εἴτε διὰ γῆρας καὶ ἀσθένειαν
p.188
εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφʼ ἵππον προσῄει διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δʼ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ διʼ αὑτοῦ προσελθεῖν, εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος.

καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνάξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν αὐτὸς δʼ ἐκεῖνος ἀποπηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπειχθεὶς, καὶ περιβαλὼν καὶ ἀσπασάμενος, εὖ γε, εἶπεν, ὦ παῖ, φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς, οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι.

λέγεται δʼ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν αὑτὸν ὑπατεῦσαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους καταγαγεῖν, ὑπατεύοντι δʼ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δʼ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακολουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστερον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν. ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν.

p.190

τοῦ δὲ Φαβίου τὸν υ ἱὸν ἀποθανεῖν συνέβη· καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα, τὸ δʼ ἐγκώμιον, ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσήκοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ, καὶ γράψας τὸν λόγον ἐξέδωκεν.