Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καί

p.186
φανερῶς μὲν εἰπεῖν ἦν ἄρα καί Ῥωμαίοις Ἀννίβας τις ἕτερος· ἀπεβάλομεν γὰρ τὴν Ταραντίνων πόλιν ὥσπερ ἐλάβομεν, ἰδίᾳ δὲ τότε πρῶτον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δʼ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας.

τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δʼ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.

ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη, καί διεφύλαξεν ἄχρι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις γενέσθαι τοὺς Ταραντίνους. τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καί φιλοτιμίας ἐξενεχθεὶς εἶπεν ὡς οὐ Φάβιος, ἀλλʼ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ἁλῶναι. γελάσας οὖν ὁ Φάβιος, ἀληθῆ λέγεις, εἶπεν, εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.