Fabius Maximus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
πάντων δὲ τῶν ἄλλων ἀγομένων καὶ φερομένων λέγεται τὸν γραμματέα πυθέσθαι τοῦ Φαβίου περὶ τῶν θεῶν τί κελεύει, τὰς γραφὰς οὕτω προσαγορεύσαντα καὶ τοὺς ἀνδριάντας· τὸν οὖν Φάβιον εἰπεῖν ἀπολείπωμεν τοὺς θεοὺς Ταραντίνοις κεχολωμένους.
οὐ μὴν ἀλλὰ τὸν κολοσσὸν τοῦ Ἡρακλέους μετακομίσας ἐκ Τάραντος ἔστησεν ἐν Καπιτωλίῳ, καὶ πλησίον ἔφιππον εἰκόνα χαλκῆν ἑαυτοῦ, πολὺ Μαρκέλλου φανεὶς ἀτοπώτερος περὶ ταῦτα, μᾶλλον δʼ ὅλως ἐκεῖνον ἄνδρα πρᾳότητι καὶ φιλανθρωπίᾳ θαυμαστὸν ἀποδείξας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καί
τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δʼ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.