Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν, οὐ λέληθας, ἔφη, παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφʼ ἑτέρῳ ποιήσομαι τὴν φρουράν.

θαυμάζοντος δὲ τοῦ στρατιώτου προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν αὕτη μὲν ἐγγυᾶταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθʼ ἡμῶν σὺ δʼ ἔργῳ δείξεις, εἰ μὴ διʼ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δʼ ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.

τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν

p.180
ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον, ἐστρατεύετο παρʼ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφήν πιστῶς πάνυ καὶ φιλοστόργως διακειμένην πρὸς αὐτόν, ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπʼ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφʼ ἡγεμονίας, τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δʼ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν εἰς Τάραντα.

αἱ μὲν οὖν πρῶται τῶν ἡμερῶν ἦσαν, καὶ καθʼ ἑαυτὸν ὁ Βρέττιος ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης, ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι. τίς οὗτός ἐστιν; εἰ γὰρ εὐδόκιμός τίς, ὥς φασιν, ἀρετῇ καὶ λαμπρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμιγνὺς πόλεμος· αἰσχρὸν δὲ μετʼ ἀνάγκης οὐδέν, ἀλλʼ εὐτυχία τίς ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι τῷ βιαζομένῳ.

ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ ταχὺ δὲ συμπράττων τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν, ἔσχε πιστῶς, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθοφόρου μεταστῆσαι διάνοιαν ἐπʼ ἐλπίσι δωρεῶν μεγάλων, ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον.

p.182

ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων· ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφʼ ἧς ὁ Βρέττιος μετήχθη, φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.