Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πέντε δʼ ὑπατειῶν ἃς ὑπάτευσεν, ἡ πρώτη τὸν ἀπὸ Λιγύων θρίαμβον ἔσχεν, ἡττηθέντες γὰρ ὑπʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς ἀποβαλόντες εἰς τὰς Ἄλπεις ἀνεστάλησαν, καὶ τὴν πρόσοικον ἐπαύσαντο τῆς Ἰταλίας ληϊζόμενοι καὶ κακῶς ποιοῦντες.

ἐπεὶ δʼ Ἀννίβας ἐμβαλὼν εἰς Ἰταλίαν

p.122
καὶ μάχῃ πρῶτον περὶ τὸν Τρεβίαν ποταμὸν ἐπικρατήσας αὐτὸς μὲν ἤλαυνε διὰ Τυρρηνίας πορθῶν τὴν χώραν, ἔκπληξιν δὲ δεινὴν καὶ φόβον εἰς τὴν Ῥώμην ἐνέβαλλε, σημεῖα δὲ τὰ μὲν συνήθη Ῥωμαίοις ἀπὸ κεραυνῶν, τὰ δʼ ὅλως ἐξηλλαγμένα καὶ πολλὴν ἀτοπίαν ἔχοντα προσέπιπτε

(θυρεούς τε γὰρ ἀφʼ αὑτῶν αἵματι γενέσθαι διαβρόχους ἐλέχθη, καὶ θέρη σταχύων περὶ Ἄντιον ἔναιμα κείρεσθαι, καὶ λίθους μὲν ἐκ τοῦ ἀέρος διαπύρους καὶ φλεγομένους φέρεσθαι, τοῦ δʼ ὑπὲρ Φαλερίους οὐρανοῦ ῥαγῆναι δόξαντος ἐκπίπτειν καὶ διασπείρεσθαι πολλὰ γραμματεῖα, καὶ τούτων ἐν ἑνὶ γεγραμμένον φανῆναι κατὰ λέξιν Ἄρης τὰ

paris.1624.175
ἑαυτοῦ ὅπλα σαλεύει),

τὸν μὲν ὕπατον Γάιον Φλαμίνιον οὐδὲν ἤμβλυνε τούτων, ἄνδρα πρὸς τῷ φύσει θυμοειδεῖ καὶ φιλοτίμῳ μεγάλαις ἐπαιρόμενον εὐτυχίαις, ἃς πρόσθεν εὐτύχησε παραλόγως, τῆς τε βουλῆς ἀπᾳδούσης[*](ἀπᾳδούσης with CS: ἀποκαλούσης.) καὶ τοῦ συνάρχοντος ἐνισταμένου βίᾳ συμβαλὼν τοῖς Γαλάταις καὶ κρατήσας, Φάβιον δὲ τὰ μὲν σημεῖα, καίπερ ἁπτόμενα πολλῶν, ἧττον ὑπέθραττε διὰ τὴν ἀλογίαν·

τὴν δʼ ὀλιγότητα τῶν πολεμίων καὶ τὴν ἀχρηματίαν πυνθανόμενος καρτερεῖν παρεκάλει τοὺς Ῥωμαίους καὶ μὴ μάχεσθαι πρὸς ἄνθρωπον ἐπʼ αὐτῷ τούτῳ διὰ πολλῶν ἀγώνων ἠσκημένῃ στρατιᾷ χρώμενον, ἀλλὰ τοῖς συμμάχοις ἐπιπέμποντας βοηθείας καὶ τὰς πόλεις διὰ χειρὸς ἔχοντας αὐτὴν ἐᾶν περὶ αὑτῇ μαραίνεσθαι τὴν ἀκμὴν τοῦ Ἀννίβου, καθάπερ φλόγα λάμψασαν ἀπὸ μικρᾶς καὶ κούφης δυνάμεως.

p.124