Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸ γὰρ πλεῖστον, ὡς εἰπεῖν, τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀποδεδειγμένοις· ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν. ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περιβαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρακρουσάμενος ἔσφηλε τὸν ἄνδρα.

συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παραγένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ φανῆναι πλησίον

p.176
ἀναμενόντων. ταῦτʼ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός· εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα πρὸς αὐτὸν ὑπʼ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνεδρεύων αὐτὸν ὑπὸ τὴν πόλιν. ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.

τὰς δʼ ἀποστάσεις τῶν πόλεων καὶ τὰ κινήματα τῶν συμμάχων ὁ Φάβιος μᾶλλον ᾤετο δεῖν ἠπίως ὁμιλοῦντα καὶ πρᾴως ἀνείργειν καὶ δυσωπεῖν, μὴ πᾶσαν ὑπόνοιαν ἐλέγχοντα καὶ χαλεπὸν ὄντα παντάπασι τοῖς ὑπόπτοις. λέγεται γὰρ ὅτι στρατιώτην ἄνδρα Μάρσον, ἀνδρείᾳ καὶ γένει τῶν συμμάχων πρῶτον, αἰσθόμενος διειλεγμένον τισὶ τῶν ἐν τῷ στρατοπέδῳ περὶ ἀποστάσεως οὐ διηρέθισεν,

ἀλλʼ ὁμολογήσας ἠμελῆσθαι παρʼ ἀξίαν αὐτόν, νῦν μὲν ἔφη τοὺς ἡγεμόνας αἰτιᾶσθαι πρὸς χάριν μᾶλλον ἢ πρὸς ἀρετὴν τὰς τιμὰς νέμοντας, ὕστερον δʼ ἐκεῖνον αἰτιάσεσθαι μὴ φράζοντα μηδʼ ἐντυγχάνοντα πρὸς αὑτόν, εἴ του δέοιτο. καὶ ταῦτʼ εἰπὼν ἵππον τε πολεμιστὴν ἐδωρήσατο καὶ τοῖς ἄλλοις ἀριστείοις ἐκόσμησεν, ὥστε πιστότατον ἐξ ἐκείνου καὶ προθυμότατον εἶναι τὸν ἄνδρα,