Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολλῶν πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρεθάρρυνεν ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον ἢ πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ὁ ἀγὼν ἔσοιτο σπεύδειν γὰρ μάχην γενέσθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς δυνάμεως, τὸν δʼ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας.

ἐγὼ δʼ, εἶπεν, ὦ Παῦλε, Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος ὡς, εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δʼ οἴκοθεν δυνάμεως οὐδʼ ἡ τρίτη μοῖρα πάνυ περίεστι.

πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν ἐμοὶ μὲν, ὦ Φάβιε, τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν εἰ δʼ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις. ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.