Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπεν ὮἩράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε, τὰς·

p.154
δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· νῦν τις, ὦ στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω· λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.

πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας· εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί,[*](λοιποί MSS., Sintenis1, Coraës, Bekker: πλεῖστοι.) πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον.

ὁρῶν δʼ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρʼ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν όφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δʼ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς· οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;

μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδʼ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος· Μινούκιος δὲ τὴν αὑτοῦ στρατιὰν ἀθροίσας, ἄνδρες, ἔφη, συστρατιῶται, τὸ μ?ὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ

p.156
κατʼ ἄνθρωπόν ἐστι, τὸ δʼ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος.

ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην περὶ μειζόνων ἐπαινεῖν. ἃ γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλʼ ἄρχοντος ἑτέρου δεόμενον καὶ φιλοτιμούμενον[*](φιλοτιμούμενον the MSS. have μὴ φιλοτιμούμενον, which Coraës defends.) νικᾶν ὑφʼ ὧν ἡττᾶσθαι κάλλιον. ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον ὑπʼ ἐκείνου παρεχόμενος.