Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός. οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλʼ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν· οὗτοι σοῦ καταγελῶσιν, ἀλλʼ ἐγώ εἶπεν,

paris.1624.180
οὐ καταγελῶμαι, μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους.

οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπʼ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήτε ὑβρίζεσθαι μήτε ἀτιμοῦσθαι τὸν ἀγαθὸν ἄνδρα καὶ σπουδαῖον. ἠνία δʼ αὐτὸν ἡ τῶν πολλῶν ἀβουλία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαινούσῃ φιλοτιμίᾳ πρὸς τὸν πόλεμον.

καὶ δεδοικὼς μὴ παντάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινούκιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε, τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος ἄρξων βέλτιον ἢ πάντων παρὰ μέρος.

καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπίσης καὶ τῶν συμμαχικῶν διανεμηθέντων. σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι διʼ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλʼ,

p.150
εἰ σωφρονεῖ, πρὸς Ἀννίβαν τοῦ ἀγῶνος·

εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονεικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ ἀσφαλείας.