Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντων τὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φαλίσκους πόλεμος ἐν καιρῷ παραφανεὶς ἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρεσιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδείξαι μεθʼ ἑτέρων πέντε χιλίαρχον, ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων ἀξίωμα καὶ δόξαν μετʼ ἐμπειρίας ἔχοντος.

ψηφισαμένου δὲ τοῦ δήμου λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε· καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ, τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.