Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Κάμιλλος εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴτε ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καί τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον οὐδʼ ὕστερον, ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον.

ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζοντι τήν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τήν σύγκλητον ἴσα μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τήν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων.

ὁ μὲν οὖν δῆμος ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος ἄσμενος ἐδέξατο,

p.112
καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τήν ψῆφον ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους καὶ δυσανασχετοῦντες ἐπὶ τόν Κάμιλλον κατέφυγον.

κἀκεῖνος ὀρρωδῶν τόν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳ καὶ ἀσχολίας, διʼ ὧν ἀεὶ τόν νόμον ἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός. ἡ δε φανερωτάτη καὶ μεγίστη τῶν ἀπεχθειῶν αὐτῷ πρὸς τόν δῆμον ἐκ τῆς δεκάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογον, εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων.

εὔξατο μὲν γὰρ ἐπὶ τοὺς Οὐηΐους, ὡς ἔοικε, βαδίζων, εἰ τήν πόλιν ἕλοι, τῷ θεῷ τούτων τήν δεκάτην καθιερώσειν, ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπασθείσης, εἴτʼ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος ἀνήνεγκε περὶ τούτων εἰς[*](εἰς Bekker and Sintenis1, with most MSS.: πρὸς.) τήν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς

paris.1624.133
προφαίνεσθαι θεῶν μῆνιν ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.