Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἷα δʼ ἐν πολιορκίᾳ διὰ χρόνου μῆκος ἐπιμιξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολογίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶ Ῥωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνα τῶν πολιτῶν, ἄνθρωπον ἔμπειρόν τε λογίων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶν ἄλλων ἀπὸ μαντικῆς δοκοῦντα. τοῦτον οὖν ὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆς λίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγελῶντα τῆς πολιορκίας, οὐ ταῦτʼ

p.102
ἔφη μόνον ἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον, ἀλλʼ ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥωμαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳ κοινωσάμενος, εἴ τι δύναιτο, θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν.

ὑπακούσαντος δὲ τοῦ ἀνθρώπου προθύμως καὶ διδόντος ἑαυτὸν εἰς κοινολογίαν, ὡς ἀπορρήτων τινῶν ἀκροατὴν ἐσόμενον, κατὰ μικρὸν οὕτω διαλεγόμενος καὶ ὑπάγων αὐτόν, ὡς πορρωτέρω τῶν πυλῶν ἐγεγόνεισαν, αἴρει τε μετέωρον εὐρωστότερος ὢν καί τινῶν ἀπὸ στρατοπέδου προσδραμόντων χειρωσάμενος καὶ κρατήσας παρέδωκε τοῖς στρατηγοῖς.

ἐν τούτῳ δʼ ἀνάγκης γεγονὼς ὁ ἄνθρωπος καὶ μαθὼν ἄρα τὸ πεπρωμένον ὡς ἄφυκτον εἴη, λόγια προὔφαινεν ἀπόρρητα περὶ τῆς ἑαυτοῦ πατρίδος, ὡς οὐκ οὔσης ἁλωσίμου πρότερον ἢ τὴν Ἀλβανίδα λίμνην ἐκχυθεῖσαν καὶ φερομένην ὁδοὺς ἑτέρας ὤσαντες ὀπίσω καὶ περισπάσαντες οἱ πολέμιοι κωλύσουσι μίγνυσθαι τῇ θαλάττῃ.

ταῦτα τῇ συγκλήτῳ πυθομένῃ καὶ διαπορούσῃ

paris.1624.131
καλῶς ἔχειν ἔδοξε πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι τὸν θεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶ μεγάλοι, Κόσσος Λικίννιος καὶ Οὐαλλέριος Ποτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τε χρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυχόντες ἧκον ἄλλας τε μαντείας κομίζοντες, αἳ πατρίων τινῶν περὶ τὰς καλουμένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζον αὐτοῖς,

καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάσσης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς τὸ πεδίον καὶ καταναλίσκειν·

p.104
ἀπαγγελθέντων δὲ τούτων οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.