Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανισταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴ παύσαιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμενοις καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴν ἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃ καὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν, εἴτε τοῦ δήμου τὴν βίαν ἄμαχον οὖσαν καὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμενος μηδὲ βουλόμενος, τότε μὲν ὑπεχώρησεν οἴκαδε· ταῖς δʼ ἑξῆς ἡμέραις σκηψάμενος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν.

ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε· κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους, ἐκέλευσε δʼ οὗτος μηδένα πλέθρων πεντακοσίων πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας· ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἑάλω κεκτημένος ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.

ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονεικίας, ὃ δὴ χαλεπώτατον τῆς στάσεως ἦν καὶ πρῶτον ἦρξε καὶ πλεῖστα

p.198
πράγματα τῇ βουλῇ παρέσχε διαφερομένῃ πρὸς τὸν δῆμον, ἀγγελίαι προσέπεσον σαφεῖς, Κελτοὺς αὖθις ἀπὸ τῆς Ἀδριατικῆς ἄραντας θαλάσσης μυριάσι πολλαῖς ἐπὶ τὴν Ῥώμην ἐλαύνειν.

ἅμα δὲ τῷ λόγῳ καὶ τὰ ἔργα τοῦ πολέμου παρῆν πορθουμένης τῆς χώρας καὶ τῶν ἀνθρώπων, ὅσοις μὴ ῥᾴδιον ἦν εἰς τὴν Ῥώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σκεδαννυμένων. οὗτος ὁ φόβος κατέπαυσε τὴν στάσιν, καὶ συνελθόντες εἰς ταὐτὸ τοῖς πολλοῖς οἱ κράτιστοι καὶ τῇ βουλῇ τὸ δημοτικὸν εἵλοντο πάντες ἐκ μιᾶς γνώμης δικτάτορα τὸ πέμπτον Κάμιλλον.

ὁ δʼ ἦν μὲν σφόδρα γέρων καὶ μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι συνορῶν δὲ τὴν ἀνάγκην καὶ τὸν κίνδυνον, οὔτε ὑποτίμησιν εἰπών, ὡς πρότερον, οὔτε προφάσει χρησάμενος, ἀλλʼ αὐτόθεν ὑποστὰς τὴν στρατηγίαν κατέλεγε τοὺς μαχησομένους. εἰδὼς δὲ τῆς τῶν βαρβάρων ἀλκῆς τὴν βιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃς βαρβαρικῶς καὶ σὺν οὐδεμιᾷ τέχνῃ καταφέροντες ὤμους μάλιστα καὶ κεφαλὰς διέκοπτον,

ἐχαλκεύσατο μὲν κράνη τοῖς πλείστοις ὁλοσίδηρα καὶ λεῖα ταῖς περιφερείαις, ὡς ἀπολισθαίνειν ἢ κατάγνυσθαι τὰς μαχαίρας, τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου καθʼ αὑτὸ τὰς πληγὰς μὴ στέγοντος· αὐτοὺς δὲ τοὺς στρατιώτας ἐδίδαξε τοῖς ὑσσοῖς μακροῖς διὰ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πολεμίων ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς.