Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐξελθὼν δὲ καί παραστρατοπεδεύσας τοῖς πολεμίοις αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμον χρόνῳ, κἂν εἰ μάχης δεήσειε ῥώσας τὸ σῶμα διαγωνίσασθαι, Λευκίου δὲ τοῦ συνάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸς τὸν κίνδυνον ἀκατασχέτως καί συνεξορμῶντος ἅμα ταξιάρχους καί λοχαγούς, φοβηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμα καί φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴν δύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν ὑπελείφθη μετʼ ὀλίγων ἐν τῷ στρατοπέδῳ.

τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων

paris.1624.149
ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ.

τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι· τῇ δʼ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος

p.192
καί συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καί διαφθείρας τοὺς πλείστους, ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ Τυρρηνῶν ἑαλωκέναι καί τοὺς οἰκήτορας ἀπεσφάχθαι Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καί βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καί προθυμοτάτους ἀναλαβών ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς καί κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δὲ ἀπέκτεινεν.