Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δʼ ἀπὸ τούτων θρίαμβος αὐτῷ χάριν οὐκ ἐλάττονα καὶ κόσμον ἤνεγκε τῶν πρώτων δυεῖν. καὶ γὰρ τοὺς πάνυ βασκαίνοντας τῶν πολιτῶν καὶ πάντα βουλομένους εὐτυχίᾳ

p.186
τινὶ μᾶλλον ἢ διʼ ἀρετὴν κατωρθῶσθαι, τότʼ ἠνάγκαζον αἱ πράξεις τῇ δεινότητι καὶ τῷ δραστηρίῳ τοῦ ἀνδρὸς ἀποδιδόναι τὴν δόξαν.

ἦν δὲ τῶν διαμαχομένων αὐτῷ καὶ προσφθονούντων ἐπιφανέστατος Μᾶρκος Μάλλιος, ὁ πρῶτος ὠσάμενος τοὺς Κελτούς ἀπὸ τῆς ἄκρας ὅτε τῷ Καπιτωλίῳ νυκτὸς[*](νυκτὸς with S:διὰ νυκτὸς. ) ἐπέθεντο καὶ διὰ τοῦτο Καπιτωλῖνος ἐπικληθείς. οὗτος γὰρ ἀξιῶν πρῶτος εἶναι τῶν πολιτῶν καὶ μὴ δυνάμενος τὸν Κάμιλλον ἀπὸ τοῦ βελτίστου τρόπου τῇ δόξῃ παρελθεῖν,

ὑπόθεσιν τυραννίδος ἐποιήσατο κοινὴν

paris.1624.148
καὶ συνήθη, δημαγωγῶν τοὺς πολλούς, μάλιστα δὲ τῶν ὀφειλόντων χρέα τοῖς μὲν ἀμύνων καὶ συνδικῶν ἐπὶ τοὺς δανειστάς, τοὺς δʼ ἀφαιρούμενος βίᾳ καὶ κωλύων ἄγεσθαι πρὸς τὸν νόμον, ὥστε πολλοὺς τῶν ἀπόρων ταχὺ περὶ αὐτὸν γενέσθαι καὶ πολὺν φόβον παρασχεῖν τοῖς βελτίστοις τῶν πολιτῶν θρασυνομένους καὶ ταράττοντας τὴν ἀγοράν.

ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δικτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρκτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος γενομένου τούτου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγμα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶ δημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλητος ἐκέλευσεν ἀφεθῆναι τὸν Μάλλιον. ὁ δʼ οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτερον ἐδημαγώγει καὶ διεστασίαζε τὴν πόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸν Κάμιλλον.