Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος, Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριν, συμμαχίδα Ῥωμαίων πόλιν. ἐπειδὴ δʼ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι Περὶ τὸ Μάρκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ·

περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ

paris.1624.146
τῶν Ῥωμαίων παρθένους ἐλευθέρας γυναῖκας, ἀπορούντων δὲ τῶν Ῥωμαίων, τί χρὴ ποιεῖν καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδʼ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δʼ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι,

θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δʼ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν·

p.178
τὰς ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις οὐ πάνυ πόρρω τῆς πόλεως στρατοπεδεύουσι.

νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγχειρίδια τῶν πολεμίων, τὴν δʼ εἴτε Τουτούλαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ μεγάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιον ἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦν συγκείμενον αὐτῇ πρὸς τοὺς ἄρχοντας, οὐδενὸς ἄλλου τῶν πολιτῶν εἰδότος. διʼ ὃ καὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιωτῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες, ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴν τάξιν καθισταμένων, ἐπελθόντας δὲ τῷ χάρακι τῶν πολεμίων οὐ προσδεχομένων καὶ καθευδόντων ἑλεῖν τὸ στρατόπεδον καὶ διαφθεῖραι τοὺς πλείστους.

τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι, πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν·

ἔπειτα κεκοσμημέναι λαμπρῶς αἱ θεραπαινίδες περιίασι παίζουσαι διὰ σκωμμάτων εἰς τοὺς ἀπαντῶντας, γίνεται δὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνος συνεπιλαμβανομέναις. ἑστιώμεναι δὲ καθέζονται κλάδοις συκῆς σκιαζόμεναι· καὶ τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν, ὡς οἴονται διὰ τὸν ἐρινεόν, ἀφʼ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι· τὸν γὰρ ἐρινεὸν καπρίφικον ὀνομάζουσιν.

ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει·

p.180
κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡς δʼ ἔνιοι νομίζουσιν, ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι, τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν Περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς Περὶ ἐκείνου γέγραπται.