Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν, τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·

οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ὑπὸ[*](ὑπὸ with S: ἀπιστίᾳ for distrust of.) τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασωζόμενα[*](ἀνασωζόμενα καὶ κεκοσμημένα S, and adorned.) κομίζοντες ἐπεδείκνυντο ποθουμένας ὄψεις τοῖς πολίταις δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν Ῥώμην συγκατερχομένων·

θύσας δὲ τοῖς θεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένων τῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱερῶν κατέστησεν, αὐτὸς δὲ ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος, ἀνευρὼν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴν τῶν βαρβάρων στρατιὰν ἐκ θεοῦ τῷ Καιδικίῳ Μάρκῳ φωνὴ προσέπεσε.

p.170