Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὔπω δὲ τότε περὶ τὸν τῶν Φουρίων οἶκον οὔσης μεγάλης ἐπιφανείας αὐτὸς ἀφʼ ἑαυτοῦ πρῶτος εἰς δόξαν προῆλθεν ἐν τῇ μεγάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολούσκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρτῳ στρατευόμενος, προϊππεύων γὰρ τοῦ στρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μηρόν οὐκ ἀνῆκεν, ἀλλʼ ἐγκείμενον τῷ τραύματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλεκόμενος τοῖς ἀρίστοις τῶν πολεμίων τροπὴν ἐποίησεν.

ἐκ δὲ τούτου τῶν τʼ ἄλλων γερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγα τῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότε χρόνων ἐχούσης. μνημονεύεται δὲ αὐτοῦ τιμητεύοντος καλὸν μὲν ἔργον τὸ τοὺς ἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαις ἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευούσαις γυναιξί πολλαὶ δʼ ἦσαν αὗται διὰ τοὺς πολέμους, ἀναγκαῖον δὲ τὸ καὶ τοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι πρότερον ἀνεισφόρους ὄντας.

αἴτιαι δʼ ἦσαν αἱ συνεχεῖς στρατεῖαι μεγάλων ἀναλωμάτων δεόμεναι, καὶ μάλιστα κατήπειγεν ἡ Οὐηΐων πολιορκία, τούτους ἔνιοι Οὐηιεντανοὺς καλοῦσιν. ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡ πόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν στρατευομένων οὐκ ἀποδέουσα τῆς Ῥώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη

p.98
πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο περὶ δόξης καὶ δυναστείας πολεμοῦσα Ῥωμαίοις.

ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλοτιμίας ἀφειστήκει συντριβεῖσα μεγάλαις μάχαις· ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά καὶ τὴν πόλιν ὅπλων καὶ βελῶν καὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλήσαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν, μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πολιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενομένην.

εἰθισμένοι γὰρ οὐ

paris.1624.130
πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ τὸ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευτῶντος. ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ, γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον ὧν ἦν καὶ Κάμιλλος τότε χιλιαρχῶν τὸ δεύτερον.

ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ διʼ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες.