Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν δὲ Ῥώμῃ τῆς βουλῆς συναχθείσης ἄλλοι τε πολλοὶ τοῦ Φαβίου κατηγόρουν, καὶ τῶν ἱερέων οἱ καλούμενοι Φητιαλεῖς ἐνῆγον ἐπιθειάζοντες καὶ κελεύοντες τὸ τῶν πεπραγμένων ἄγος τήν σύγκλητον εἰς ἕνα τὸν αἴτιον τρέψασαν ὑπὲρ τῶν ἄλλων ἀφοσιώσασθαι. τούτους τοὺς Φητιαλεῖς Πομπίλιος Νομᾶς, βασιλέων ἡμερώτατος γενόμενος καὶ δικαιότατος, κατέστησε φύλακας μὲν εἰρήνης, ἐπιγνώμονας δὲ καὶ βεβαιωτὰς αἰτιῶν, αἳ σὺν δίκῃ πόλεμον συνάπτουσι.

p.134

τῆς δὲ βουλῆς ἐπὶ τὸν δῆμον ἀνενεγκαμένης τὸ πρᾶγμα καὶ τῶν ἱερέων ὅμοια τοῦ Φαβίου κατηγορούντων, οὕτω περιύβρισαν οἱ πολλοὶ τὰ θεῖα καὶ κατεγέλασαν, ὥστε καὶ χιλίαρχον ἀποδεῖξαι τὸν Φάβιον μετὰ τῶν ἀδελφῶν, οἱ δὲ Κελτοὶ πυθόμενοι ταῦτα καὶ χαλεπῶς φέροντες οὐδὲν ἐμποδὼν ἐποιοῦντο τῆς σπουδῆς, ἀλλʼ

ἐχώρουν παντὶ τάχει· καὶ πρὸς τὸ πλῆθος αὐτῶν καὶ τήν λαμπρότητα τῆς παρασκευῆς καὶ βίαν καὶ θυμὸν ἐκπεπληγμένων τῶν διὰ μέσου, καὶ τήν τε χώραν ἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλεις εὐθὺς ἀπολεῖσθαι δοκούντων, παρʼ ἐλπίδας οὐδὲν ἠδίκουν οὐδʼ ἐλάμβανον ἐκ τῶν ἀγρῶν, ἀλλὰ καὶ παρὰ τὰς πόλεις ἐγγὺς παρεξιόντες ἐβόων ἐπὶ τήν Ῥώμην πορεύεσθαι καὶ μόνοις πολεμεῖν Ῥωμαίοις, τοὺς δʼ ἄλλους φίλους ἐπίστασθαι.

τοιαύτῃ δὲ χρωμένων ὁρμῇ τῶν βαρβάρων ἐξῆγον οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα, πλήθει μὲν οὐκ ἐνδεεῖς ἐγένοντο γὰρ ὁπλῖται τετρακισμυρίων οὐκ ἐλάσσους, ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότε πρῶτον ἁπτομένους ὅπλων. ἔτι δʼ ἐξημέλητο τὰ τῶν θεῶν αὐτοῖς οὔτε καλλιερήσασιν οὔτε μάντεις ἃ πρὸ κινδύνου καὶ μάχης εἰκὸς ἦν ἐρομένοις.

οὐδενὸς δὲ ἧττον ἐπετάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καίτοι πρότερόν γε καὶ πρὸς ἐλάττονας ἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓς δικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες, ὅσον ἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρωμένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐν χερσὶ τήν δίκην ἔχουσαν εὐτακτεῖν.

οὐχ ἥκιστα δὲ καὶ

p.136
Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύμβριδι συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων αἰσχρῶς ἀγωνισάμενοι διʼ ἀταξίαν ἐτράποντο.

καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τήν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τήν πόλιν οἱ πολλοί, τοῖς δʼ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Οὐηΐους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.