Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μὲν οὖν κατήγορος ἦν Λεύκιος Ἀπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰ Τυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραι τινὲς ἐλέγοντο χαλκαῖ παρʼ αὐτῷ φανῆναι τῶν αἰχμαλώτων, ὁ δὲ δῆμος ἐξηρέθιστο καὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατʼ αὐτοῦ τῇ ψήφῳ χρησόμενος.

οὕτως οὖν συναγαγὼν τούς τε φίλους καὶ τούς συστρατευσαμένους οὐκ ὀλίγους τὸ πλῆθος ὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπʼ αἰτίαις

paris.1624.135
πονηραῖς ὀφλόντα καὶ καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον. ἐπεὶ δʼ οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντες ἑαυτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιν αὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν, οὐκ ἀνασχόμενος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆς πόλεως πρὸς ὀργήν.

ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἐπὶ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δὲ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω

p.124
καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.