Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸν δὲ Κάμιλλον διʼ ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντος αὐτοῦ περὶ τὰ οἰκεῖα τῶν γὰρ υἱῶν ἀπέβαλε τὸν ἕτερον νοσήσαντα μηδὲν οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθος οὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶ χρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένης αὐτῷ διὰ πένθος οἰκούρει καθειργμένος μετὰ τῶν γυναικῶν.

ὁ μὲν οὖν κατήγορος ἦν Λεύκιος Ἀπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰ Τυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραι τινὲς ἐλέγοντο χαλκαῖ παρʼ αὐτῷ φανῆναι τῶν αἰχμαλώτων, ὁ δὲ δῆμος ἐξηρέθιστο καὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατʼ αὐτοῦ τῇ ψήφῳ χρησόμενος.