Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθʼ ὁρῶσι θαῦμα τε καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δικαιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησίαν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλος ἀπέστειλεν εἰς Ῥώμην.

ἐν δὲ τῇ βουλῇ καταστάντες εἶπον, ὅτι, Ῥωμαῖοι τῆς νίκης τὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαν αὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας. ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν.