Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν. οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρʼ ἕνα τοσοῦτοι.

ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δʼ ἀπʼ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων.

καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδʼ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας· οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν. ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε·

καὶ λόγον ἐπʼ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως

paris.1624.102
ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν
p.526
ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκείνου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι. λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.

ἀλλὰ διʼ ἐκεῖνα μᾶλλον ἤχθοντο τῷ Οὐαλλερίῳ καὶ προσέκρουον, ὅτι Βροῦτος μέν, ὃν πατέρα τῆς ἐλευθερίας ἐνόμιζεν ὁ δῆμος, οὐκ ἠξίωσε μόνος ἄρχειν, ἀλλὰ καὶ πρῶτον αὐτῷ συνάρχοντα προσείλετο καὶ δεύτερον οὑτοσὶ δʼ, ἔφασαν, εἰς αὐτόν ἅπαντα συνενεγκάμενος οὐκ ἔστι τῆς Βρούτου κληρονόμος ὑπατείας μηδὲν αὐτῷ προσηκούσης, ἀλλὰ τῆς Ταρκυνίου τυραννίδος.