Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς δʼ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ὑμέτερον ἤδη, εἶπε, τὸ λοιπὸν ἔργον. οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα,

τῶν μὲν ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖνον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε μήτε οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καί βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παισίν ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει τὰς κεφαλὰς ἀπέκοψαν, οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι

paris.1624.100
ποιησάμενος ᾤχετʼ ἐξαναστάς, ἔργον εἰργασμένος οὔτʼ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφικτόν.

ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησε τὴν ψυχήν, ἢ πάθους μέγεθος εἰς

p.516
ἀναλγησίαν. οὐδέτερον δὲ μικρὸν οὐδʼ ἀνθρώπινον, ἀλλʼ ἢ θεῖον ἢ θηριῶδες. δίκαιον δὲ τῇ δόξῃ τοῦ ἀνδρὸς τὴν κρίσιν ἕπεσθαι μᾶλλον ἢ τὴν ἀρετὴν ἀσθενείᾳ τοῦ κρίνοντος ἀπιστεῖσθαι. Ῥωμαῖοι γὰρ οὐ τοσοῦτον ἔργον οἴονται Ῥωμύλου γενέσθαι τῆς πόλεως τὴν ἵδρυσιν, ὅσον Βρούτου τὴν κτίσιν τῆς πολιτείας καί κατάστασιν.

ὡς δʼ οὖν ἀπῆλθεν ἐξ ἀγορᾶς τότε, πολὺν μὲν χρόνον ἔκπληξις εἶχε καὶ φρίκη καὶ σιωπὴ πάντας ἐπὶ τοῖς διαπεπραγμένοις· πρὸς δὲ τὴν Κολλατίνου μαλακίαν καὶ μέλλησιν ἀνεθάρρησαν οἱ Ἀκύλλιοι, καὶ χρόνον ἠξίουν λαβόντες ἀπολογήσασθαι, καὶ τὸν Οὐινδίκιον αὐτοῖς ἀποδοθῆναι δοῦλον ὄντα, καὶ μὴ παρὰ τοῖς κατηγόροις εἶναι.