Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς οὖν ἀνέβη πρὸς αὐτὸν ὁ Οὐινδίκιος καὶ κατεῖπε πάντα, Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός, ἐκπλαγεὶς καὶ δείσας ὁ Οὐαλλέριος οὐκέτι προήκατο τὸν ἄνθρωπον, ἀλλὰ κατακλείσας εἰς τὸ οἴκημα καὶ φύλακα τὴν ἑαυτοῦ γυναῖκα ταῖς θύραις ἐπιστήσας, τὸν μὲν ἀδελφὸν ἐκέλευσε τὴν βασιλικὴν ἔπαυλιν περισχόντα τὰ γράμματα λαβεῖν, ἂν δυνατὸν ᾖ, καὶ τοὺς οἰκέτας παραφυλάττειν αὐτὸς δὲ πελατῶν τε πολλῶν καὶ φίλων ἀεὶ περὶ αὐτὸν ὄντων καὶ θεραπείας συχνῆς, ἐβάδιζε πρὸς τὴν οἰκίαν τῶν Ἀκυλλίων οὐκ ἔνδον ὄντων .

διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος διὰ θυρῶν ἐπιτυγχάνει τοῖς γράμμασι κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις, ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ Ἀκύλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμμίξαντες ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς. οἱ δʼ ἠμύνοντο, καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες διὰ τῶν στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον. τὰ δʼ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων

p.514
ἐπιλαμβανομένου, καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν ἕλκοντος εἰς τὴν ἀγοράν.

ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι καὶ τοῦ Οὐαλλερίου κελεύσαντος ἐκ τῆς οἰκίας ὁ Οὐινδίκιος προήχθη, καί γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμματα καί πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν μὲν κατήφεια καί σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο. καί τι καί Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυμένος καί Οὐαλλέριος σιωπῶν, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ἄγε, ὦ Τίτε, εἶπεν, ἄγε, ὦ Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;

ὡς δʼ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ὑμέτερον ἤδη, εἶπε, τὸ λοιπὸν ἔργον. οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα,