Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ ταῦτʼ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δʼ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν ὁ Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας·

ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δʼ ἀβελτερίᾳ

p.510
προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδʼ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.

ὡς δʼ οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυλλίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας, ἐπὶ τούτοις εἰς τὴν Ἀκυλλίων οἰκίαν συνῆλθον. ἦν δʼ ὁ οἶκος, ἐν ᾧ ταῦτα δράσειν ἔμελλον, οἷον εἰκὸς, ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν αὐτοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον κατακρύψας ἑαυτόν, οὐ κατʼ ἐπιβουλὴν

paris.1624.99
ἢ προαίσθησίν τινα τοῦ μέλλοντος,

ἀλλʼ ἔνδον ὢν ἔτυχε καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς ὑπέστη, λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέσθαι καὶ τῶν βουλευμάτων ἐπήκοος. ἔδοξε δʼ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι· καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυλλίων ξένοι γεγονότες, καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν.