Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι τῆς τε βασιλείας ἀφίστασθαι καὶ πολεμοῦντα παυσασθαι τὸν Ταρκύνιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφʼ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλατίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν ὁ Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀποκαλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψηφίσασθαι.

συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε

p.508
Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π· αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετʼ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον ἢ μετʼ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλʼ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις.

ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, ἡ δʼ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας,

καὶ ταῦτʼ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δʼ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν ὁ Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας·

ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δʼ ἀβελτερίᾳ

p.510
προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδʼ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.