Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο. τοῦτο ποιοῦνται μαρτύριον οἱ μόνην τὴν Κλοιλίαν λέγοντες ἵππῳ διεξελάσαι τὸν ποταμόν.

οἱ δʼ οὔ φασιν, ἀλλὰ τιμῆσαι τὸ ἀνδρῶδες αὐτῆς τὸν Τυρρηνόν. ἀνάκειται δὲ τὴν ἱερὰν ὁδὸν πορευομένοις εἰς Παλάτιον ἀνδριὰς αὐτῆς ἔφιππος, ὅν τινες οὐ τῆς Κλοιλίας, ἀλλὰ τῆς Οὐαλλερίας εἶναι λέγουσιν.

ὁ δὲ Πορσίνας διαλλαγεὶς τοῖς Ῥωμαίοις

p.554
ἄλλην τε ἑαυτοῦ πολλὴν μεγαλοφροσύνην ἐπεδείξατο τῇ πόλει, καὶ τὰ ὅπλα τοὺς Τυρρηνοὺς ἀναλαβεῖν κελεύσας, ἄλλο δὲ μηδέν,

ἀλλʼ ἐκλείπειν τὸν χάρακα σίτου τε πολλοῦ καὶ χρημάτων γέμοντα παντοδαπῶν, παρέδωκε τοῖς Ῥωμαίοις. διὸ καὶ καθʼ ἡμᾶς ἔτι πωλοῦντες τὰ δημόσια πρῶτα κηρύττουσι τὰ Πορσίνα χρήματα, τιμὴν τῷ ἀνδρὶ τῆς χάριτος ἀίδιον ἐν τῇ μνήμῃ διαφυλάττοντες. εἱστήκει δὲ καὶ χαλκοῦς ἀνδριὰς αὐτοῦ παρὰ τὸ βουλευτήριον, ἁπλοῦς καὶ ἀρχαϊκὸς τῇ ἐργασίᾳ.

μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος μὲν ἀπεδείχθη Μᾶρκος Οὐαλλέριος, ἀδελφὸς Ποπλικόλα, καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν μεγίστων γνώμῃ καὶ παρουσίᾳ Ποπλικόλα δυσὶ μάχαις μεγάλαις ὁ Μᾶρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε.

καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλατίῳ. τῶν δʼ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι.

τὰς δʼ Ἑλληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως αἴσθησις ἔξω γένοιτο τοῖς παρερχομένοις ἢ προεστῶσι καὶ μὴ

p.556
καταλαμβάνοιντο προϊούσαις ταῖς κλεισιάσιν εἰς τὸν στενωπόν.