Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο

p.550
πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται,

δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.