Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ὁ δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ
οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες· εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν. ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξυσθέντες οὐ τοσοῦτον ἔσχον γλαφυρίας ὅσον ἀπώλεσαν συμμετρίας καὶ[*](καὶ supplied by Bekker, after G. Hermann; συμμετρίας τοῦ καλοῦ (the symmetry of their beauty).) τοῦ καλοῦ, διάκενοι
ὁ μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν ἢ βασιλικὴν ἢ βαλανεῖον ἢ παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον,
οὐ φιλάνθρωπος τύ γʼ ἐσσʼ· ἔχεις νόσον χαίρεις διδούς,τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη· οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γʼ ἐσσί· ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ ὁ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι. ταῦτα μὲν οὖν περὶ τούτων.
ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην ἐν ᾗ καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίναν, ἄνδρα καὶ δύναμιν μεγίστην ἔχοντα τῶν Ἰταλικῶν βασιλέων καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον ὁ δʼ ὑπέσχετο βοηθήσειν. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον ὡς δʼ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν ᾧ καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ πολλῆς δυνάμεως.