Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι· βασιλεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων ὁ Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας γενομένης εἴτʼ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηίων δημιουργοῖς, εἶτʼ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς.

τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλʼ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.

ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρʼ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ

p.536
Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν. ὀλίγαις δʼ ὕστερον
paris.1624.104
ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς. καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος,

οἱ δὲ ἵπποι πτοηθέντες ἀπʼ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατά τι δαιμόνιον ἢ τύχην ἵεντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν, ἔχοντες τὸν ἡνίοχον, ὡς οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλʼ ἥρπαστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, ἄχρι οὗ τῷ Καπιτωλίῳ προσμίξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα παρὰ τὴν πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι. γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες ἐπέτρεψαν ἀποδοῦναι τὸ ἅρμα τοῖς τεχνίταις.

τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου· καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.

ἐφθόνουν δὲ πολλοὶ τῶν δυνατῶν, καὶ ἤχθοντο ταῖς μὲν ἄλλαις τιμαῖς ἧττον, ἃς νομοθετῶν καὶ στρατηγῶν ἐκ προσηκόντων ἔσχε· ταύτην δʼ οὖσαν ἀλλοτρίαν οὐκ ᾤοντο δεῖν αὐτῷ προσγενέσθαι, καὶ τὸν Ὡράτιον

p.538
προετρέποντο καὶ παρώξυνον ἀντιποιεῖσθαι τῆς καθιερώσεως. γενομένης οὖν τῷ Ποπλικόλᾳ στρατείας ἀναγκαίας, ψηφισάμενοι τὸν Ὡράτιον καθιεροῦν ἀνῆγον εἰς τὸ Καπιτώλιον, ὡς οὐκ ἂν ἐκείνου περιγενόμενοι παρόντος.

ἔνιοι δέ φασι κλήρῳ τῶν ὑπάτων λαχεῖν ἐκεῖνον ἐπὶ τὴν στρατείαν ἄκοντα, τοῦτον δὲ ἐπὶ τὴν καθιέρωσιν. ἔξεστι δὲ περὶ τούτων ὡς ἔσχεν εἰκάζειν τοῖς πραχθεῖσι περὶ τὴν καθιέρωσιν. εἰδοῖς οὖν Σεπτεμβρίαις, ὃ συντυγχάνει περὶ τὴν πανσέληνον μάλιστα τοῦ Μεταγειτνιῶνος, συνηθροισμένων ἁπάντων εἰς τὸ Καπιτώλιον,