Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐλάνθανε δὲ τούς πολλοὺς οὐχ ἑαυτὸν, ὡς ᾤοντο, ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, αὐτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως ὅσον ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθʼ ἡδονῆς αὐτῷ τοῦ

p.530
δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Ποπλικόλαν ἀνηγόρευσεν αὐτόν σημαίνει δὲ τοὔνομα δημοκηδῆ· καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομάτων, ᾧ καὶ ἡμεῖς χρησόμεθα τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς ἱστοροῦντες.

ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλλειν τοῖς βουλομένοις· πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἢ ἀγνοίας, ἐχρήσατο τῇ μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευμάτων, πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλιγανδροῦσαν ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δὲ ἔναγχος ἐν τῇ μάχῃ.

τοὺς δʼ ἐγγραφέντας ὑπʼ αὐτοῦ λέγουσιν ἑκατὸν καὶ ἑξήκοντα τέσσαρας γενέσθαι. μετὰ δὲ ταῦτα νόμους ἔγραψεν, ὧν μάλιστα μὲν ἰσχυροὺς ἐποίησε τοὺς πολλοὺς ὁ τὸν δῆμον ἀπὸ τῶν ὑπάτων τῷ φεύγοντι δίκην ἐπικαλεῖσθαι διδούς· δεύτερος ὁ

paris.1624.103
τοὺς ἀρχὴν ἀναλαβόντας, ἣν ὁ δῆμος οὐκ ἔδωκεν, ἀποθνῄσκειν κελεύων·

τρίτος δὲ μετὰ τούτους, ὃς ἐβοήθησε τοῖς πένησιν, ᾧ τάτελη τῶν πολιτῶν ἀφεῖλε καὶ προθυμότερον ἅπτεσθαι τῶν ἐργασιῶν ἐποίησεν ἅπαντας. ὁ δὲ γραφεὶς κατὰ τῶν ἀπειθούντων τοῖς ὑπάτοις οὐχ ἧττον ἔδοξε δημοτικὸς εἶναι, καὶ πρὸς τῶν πολλῶν μᾶλλον ἢ δυνατῶν γεγράφθαι. ζημίαν γὰρ ἀπειθείας ἔταξε βοῶν πέντε καὶ δυεῖν προβάτων ἀξίαν.