Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἄτοπος δὲ καὶ ἀγεννὴς ὁ τῷ φόβῳ τῆς ἀποβολῆς τὴν κτῆσιν ὧν χρὴ προϊέμενος· οὕτω γὰρ ἄν τις οὐ πλοῦτον, οὐ δόξαν, οὐ σοφίαν ἀγαπήσειε παραγενομένην, δεδιὼς στέρεσθαι. καὶ γὰρ ἀρετήν, ἧς κτῆμα μεῖζον οὐδὲν οὐδʼ ἥδιον, ἐξισταμένην ὑπὸ νόσων καὶ φαρμάκων ὁρῶμεν· αὐτῷ τε Θαλῇ μὴ γήμαντι πλέον οὐδὲν εἰς ἀφοβίαν, εἰ μὴ καὶ φίλων κτῆσιν ἔφυγε καὶ οἰκείων καὶ πατρίδος.

ἀλλὰ καὶ παῖδα θετὸν ἔσχε ποιησάμενος αὐτὸς τὸν τῆς ἀδελφῆς, ὥς φασι, Κύβισθον. ἐχούσης γάρ τι τῆς ψυχῆς ἀγαπητικὸν ἐν ἑαυτῇ καὶ πεφυκυίας, ὥσπερ αἰσθάνεσθαι καὶ διανοεῖσθαι καὶ μνημονεύειν, οὕτω καὶ φιλεῖν, ἐνδύεταί τι τούτῳ καὶ προσφύεται τῶν ἐκτὸς οἷς οἰκεῖον οὐδέν ἐστιν, καὶ καθάπερ οἶκον ἢ χώραν γνησίων ἔρημον διαδόχων, τὸ φιλόστοργον ἀλλότριοι καὶ νόθοι παῖδες ἢ θεράποντες εἰσοικισάμενοι καὶ καταλαβόντες ἅμα τῷ φιλεῖν τὸ φροντίζειν καὶ δεδιέναι περὶ αὐτῶν ἐνεποίησαν.

ὥστʼ ἴδοις ἂν ἀνθρώπους στερροτέρα τῇ φύσει περὶ γάμου καὶ γενέσεως παίδων διαλεγομένους, εἶτα τοὺς αὐτοὺς ἐπὶ παισὶν οἰκοτρίβων ἢ θρέμμασι παλλακῶν νοσοῦσι καὶ θνήσκουσι παρατεινομένους πόθῳ καὶ φωνὰς ἀγεννεῖς ἀφιέντας. ἔνιοι δὲ καὶ κυνῶν θανάτῳ καὶ ἵππων αἰσχρῶς καὶ ἀβιώτως ὑπὸ λύπης διετέθησαν. ἀλλʼ ἕτεροί γε παῖδας ἀγαθοὺς ἀποβαλόντες οὐδὲν ἔπαθον δεινὸν οὐδʼ ἐποίησαν αἰσχρόν, ἀλλὰ καὶ χρώμενοι τῷ λοιπῷ βίῳ κατὰ λόγον διετέλεσαν.