Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸ δʼ οὖν εὐδάπανον τῷ Σόλωνι καὶ ὑγρὸν πρὸς τὴν δίαιταν, καὶ τὸ φορτικώτερον ἢ φιλοσοφώτερον ἐν τοῖς ποιήμασι διαλέγεσθαι περὶ τῶν ἡδονῶν, τὸν ἐμπορικὸν οἴονται βίον προστετρῖφθαι· πολλοὺς γὰρ ἔχοντα κινδύνους καὶ μεγάλους ἀνταπαιτεῖν πάλιν εὐπαθείας τινὰς καὶ ἀπολαύσεις.

ὅτι δʼ αὑτὸν ἐν τῇ τῶν πενήτων μερίδι μᾶλλον ἢ τῇ τῶν πλουσίων ἔταττε, δῆλόν ἐστιν ἐκ τούτων·

  1. πολλοὶ γὰρ πλουτεῦσι κακοί, ἀγαθοὶ δὲ πένονται·
  2. ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα
  3. τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
  4. χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
Solon, Frag. 15 (Bergk)