Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ ταῦτʼ ἐκεῖνος ὁ ἀνὴρ ἐκ τῶν τότε τὰ νῦν τεκμαιρόμενος, ἐκέλευε τὸ τέλος τοῦ βίου σκοπεῖν καὶ μὴ θρασυνόμενον ἀβεβαίοις ὑπονοίαις ὑβρίζειν. ἐπεὶ δὲ τοῦτʼ ἀνηνέχθη πρὸς τὸν Κῦρον, ἅτε δὴ σοφώτερος ὢν τοῦ Κροίσου καὶ τὸν λόγον τοῦ Σόλωνος ἰσχυρὸν ἐν τῷ παραδείγματι βλέπων, οὐ μόνον ἀφῆκε τὸν Κροῖσον, ἀλλὰ καὶ τιμῶν ἐφʼ ὅσον ἔζη διετέλεσε· καὶ δόξαν ἔσχεν ὁ Σόλων ἑνὶ λόγῳ τὸν μὲν σώσας, τὸν δὲ παιδεύσας τῶν βασιλέων.

οἱ δὲ ἐν ἄστει πάλιν ἐστασίαζον ἀποδημοῦντος τοῦ Σόλωνος· καὶ προειστήκει τῶν μὲν Πεδιέων Λυκοῦργος, τῶν δὲ Παράλων Μεγακλῆς ὁ Ἀλκμαίωνος, Πεισίστρατος δὲ τῶν Διακρίων, ἐν οἷς ἦν ὁ θητικὸς ὄχλος καὶ μάλιστα τοῖς πλουσίοις ἀχθόμενος· ὥστε χρῆσθαι μὲν ἔτι τοῖς νόμοις τὴν πόλιν, ἤδη δὲ πράγματα νεώτερα προσδοκᾶν καὶ ποθεῖν ἅπαντας ἑτέραν κατάστασιν, οὐκ ἴσον ἐλπίζοντας, ἀλλὰ πλέον ἕξειν ἐν τῇ μεταβολῇ καὶ κρατήσειν παντάπασι τῶν διαφερομένων.

οὕτω δὲ τῶν πραγμάτων ἐχόντων ὁ Σόλων παραγενόμενος εἰς τὰς Ἀθήνας, αἰδῶ μὲν εἶχε καὶ τιμὴν παρὰ πᾶσιν, ἐν δὲ κοινῷ λέγειν καὶ πράσσειν ὁμοίως οὐκ ἔτʼ ἦν δυνατὸς οὐδὲ πρόθυμος ὑπὸ γήρως, ἀλλʼ ἐντυγχάνων ἰδίᾳ τοῖς προεστῶσι τῶν στάσεων ἀνδράσιν ἐπειρᾶτο διαλύειν καὶ συναρμόττειν, μάλιστα τοῦ Πεισιστράτου προσέχειν δοκοῦντος αὐτῷ. καὶ γὰρ αἱμύλον τι καὶ προσφιλὲς εἶχεν ἐν τῷ διαλέγεσθαι, καὶ βοηθητικὸς ἦν τοῖς πένησι καὶ πρὸς τὰς ἔχθρας ἐπιεικὴς καὶ μέτριος.