Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

σόλων δὲ τούτου μὲν οὐκ ἐφίκετο τῇ πολιτεία δημοτικὸς ὢν καὶ μέσος, ἐνδεέστερον δὲ τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπαξεν, ὁρμώμενος ἐκ μόνου τοῦ βούλεσθαι καὶ πιστεύειν αὐτῷ τοὺς πολίτας. ὅτι δʼ οὖν προσέκρουσε τοῖς πλείστοις ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς

  1. χαῦνα μὲν τότʼ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι
  2. λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον.
Solon, Frag. 34 (Bergk)καίτοι φησὶν ὡς, εἴ τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν,
  1. οὐκ ἂν κατέσχε δῆμον, οὐδʼ ἐπαύσατο,
  2. πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα.
[*](So the verses are now more correctly found in Aristotle (Const. of Athens, xii. 5, Sandys).)Solon; Aristot. Ath. Pol. 12.5

ταχὺ μέντοι τοῦ συμφέροντος αἰσθόμενοι καὶ τὰς ἰδίας αὑτῶν μέμψεις ἀφέντες ἔθυσάν τε κοινῇ, σεισάχθειαν τὴν θυσίαν ὀνομάσαντες, καὶ τὸν Σόλωνα τῆς πολιτείας διορθωτὴν καὶ νομοθέτην ἀπέδειξαν, οὐ τὰ μέν, τὰ δʼ οὐχί, πάντα δʼ ὁμαλῶς ἐπιτρέψαντες, ἀρχάς, ἐκκλησίας, δικαστήρια, βουλάς, καί τίμημα τούτων ἑκάστου καὶ ἀριθμὸν καὶ καιρὸν ὁρίσαι, λύοντα καὶ φυλάττοντα τῶν ὑπαρχόντων καὶ καθεστώτων ὅ τι δοκοίη.

πρῶτον μὲν οὖν τοὺς Δράκοντος νόμους ἀνεῖλε πλὴν τῶν φονικῶν ἅπαντας, διὰ τὴν χαλεπότητα καὶ τὸ μέγεθος τῶν ἐπιτιμίων. μία γὰρ ὀλίγου δεῖν ἅπασιν ὥριστο τοῖς ἁμαρτάνουσι ζημία θάνατος, ὥστε καὶ τοὺς ἀργίας ἁλόντας ἀποθνήσκειν, καὶ τοὺς λάχανα κλέψαντας ἢ ὀπώραν ὁμοίως κολάζεσθαι τοῖς ἱεροσύλοις καὶ ἀνδροφόνοις.