Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δὲ πλεῖστοι πάντων ὁμοῦ φασι τῶν συμβολαίων ἀναίρεσιν γενέσθαι τὴν σεισάχθειαν, καὶ τούτοις συνᾴδει μᾶλλον τὰ ποιήματα. σεμνύνεται γὰρ Σόλων ἐν τούτοις ὅτι τῆς τε προϋποκειμένης γῆς

  1. ὅρους ἀνεῖλε πολλαχῆ πεπηγότας·
  2. πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα·
Solon, Frag. 36. 4-5 (Bergk)καὶ τῶν ἀγωγίμων πρὸς ἀργύριον γεγονότων πολιτῶν τοὺς μὲν ἀνήγαγεν ἀπὸ ξένης,
  1. γλῶσσαν οὐκέτʼ Ἀττικὴν
  2. ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους·
  3. τοὺς δʼ ἐνθάδʼ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας
Frag. 36. 9-12 (Bergk)ἐλευθέρους φησὶ ποιῆσαι.

πρᾶγμα δʼ αὐτῷ συμπεσεῖν λέγεται πάντων ἀνιαρότατον ἀπὸ τῆς πράξεως ἐκείνης. ὡς γὰρ ὥρμησεν ἀνιέναι τὰ χρέα καὶ λόγους ἁρμόττοντας ἐζήτει καὶ πρέπουσαν ἀρχήν, ἐκοινώσατο τῶν φίλων οἷς μάλιστα πιστεύων καὶ χρώμενος ἐτύγχανε, τοῖς περὶ Κόνωνα καὶ Κλεινίαν καὶ Ἱππόνικον, ὅτι γῆν μὲν οὐ μέλλει κινεῖν, χρεῶν δὲ ποιεῖν ἀποκοπὰς ἔγνωκεν. οἱ δὲ προλαβόντες εὐθὺς καὶ φθάσαντες ἐδανείσαντο συχνὸν ἀργύριον παρὰ τῶν πλουσίων καὶ μεγάλας συνεωνήσαντο χώρας.