Solon
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἔνιοι δέ φασι καὶ μαντείαν γενέσθαι τῷ Σόλωνι Πυθοῖ τοιαύτην·
μάλιστα δὲ οἱ συνήθεις ἐκάκιζον εἰ διὰ τοὔνομα δυσωπεῖται τὴν μοναρχίαν, ὥσπερ οὐκ ἀρετῇ τοῦ λαβόντος εὐθὺς ἂν βασιλείαν γενομένην, καὶ γεγενημένην πρότερον μὲν Εὐβοεῦσι Τυννώνδαν, νῦν δὲ Μιτυληναίοις Πιττακὸν ᾑρημένοις τύραννον.
- ἧσο μέσην κατὰ νῆα κυβερνητήριον ἔργον
- εὐθύνων· πολλοί τοι Ἀθηναίων ἐπίκουροι.
τούτων οὐδὲν ἐξέκρουσε τὸν Σόλωνα τῆς αὑτοῦ προαιρέσεως, ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων·
Solon, Frag. 32 (Bergk).ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν.
- εἰ δὲ γῆς (φησίν) ἐφεισάμην
- πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου
- οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος,
- οὐδὲν αἰδεῦμαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω πάντας ἀνθρώπους.
ἃ δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως·
Solon, Frag. 33 (Bergk).
- οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ·
- ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο.
- περιβαλὼν δʼ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα
- δίκτυον, θυμοῦ θʼ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς.
- ἤθελον[*](ἤθελον, ἀσκὸς Bergk, with the better MSS.: ἤθελεν, αὐτός (he (Solon) would have been willing; himself).) γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν
- καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν,
- ἀσκὸς[*](ἤθελον, ἀσκὸς Bergk, with the better MSS.: ἤθελεν, αὐτός (he (Solon) would have been willing; himself).) ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος.