Solon
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
δίδυμος ὁ γραμματικὸς ἐν τῇ περὶ τῶν ἀξόνων τῶν Σόλωνος ἀντιγραφῇ πρὸς Ἀσκληπιάδην Φιλοκλέους τινὸς τέθεικε λέξιν, ἐν ᾗ τὸν Σόλωνα πατρὸς Εὐφορίωνος ἀποφαίνει παρὰ τὴν τῶν ἄλλων δόξαν, ὅσοι μέμνηνται Σόλωνος. Ἐξηκεστίδου γὰρ αὐτὸν ἅπαντες ὁμαλῶς γεγονέναι λέγουσιν, ἀνδρὸς οὐσίᾳ μέν, ὥς φασι, καὶ δυνάμει μέσου τῶν πολιτῶν, οἰκίας δὲ πρώτης κατὰ γένος· ἦν γὰρ Κοδρίδης ἀνέκαθεν.
τὴν δὲ μητέρα τοῦ Σόλωνος Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ τῆς Πεισιστράτου μητρὸς ἀνεψιὰν γενέσθαι. καὶ φιλία τὸ πρῶτον ἦν αὐτοῖς πολλὴ μὲν διὰ τὴν συγγένειαν, πολλὴ δὲ διὰ τὴν εὐφυΐαν καὶ ὥραν, ὡς ἔνιοί φασιν, ἐρωτικῶς τὸν Πεισίστρατον ἀσπαζομένου τοῦ Σόλωνος. ὅθεν ὕστερον, ὡς ἔοικεν, εἰς διαφορὰν αὐτῶν ἐν τῇ πολιτείᾳ καταστάντων οὐδὲν ἤνεγκεν ἡ ἔχθρα σκληρὸν οὐδʼ ἄγριον πάθος, ἀλλὰ παρέμεινεν ἐκεῖνα τὰ δίκαια ταῖς ψυχαῖς, καὶ παρεφύλαξε,
Eur. Ba. 8τὴν ἐρωτικὴν μνήμην καὶ χάριν.
- τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,